Ancient Greek · ~2 min
Chapter 24
Longinus, Περὶ ὕψους 24
Not analysed yet
Ἀλλὰ μὴν καὶ τοὐναντίον τὰ ἐκ τῶν πληθυντικῶν εἰς τὰ ἑνικὰ ἐπισυναγόμενα ἐνίοτε ὑψηλοφανέστατα. ἔπειθ̓ ἡ Πελοπόννησος ἅπασα διειστήκει φησί. καὶ δὴ Φρυνίχῳ δρᾶμα Μιλήτου ἅλωσιν διδάξαντι εἰς δάκρυα ἔπεσε τὸ θέητρον. τὸ ἐκ τῶν διῃρημένων εἰς τὰ ἡνωμένα ἐπισυστρέψαι τὸν ἀριθμὸν σωματοειδέστερον. αἴτιον δ’ ἐπ’ ἀμφοῖν τοῦ κόσμου ταὐτὸν οἶμαι· ὅπου τε γὰρ ἑνικὰ ὑπάρχει τὰ ὀνόματα, τὸ πολλὰ ποιεῖν αὐτὰ παρὰ δόξαν ἐμπαθοῦς· ὅπου τε πληθυντικά, τὸ εἰς ἕν τι εὔηχον συγκορυφοῦν τὰ πλείονα διὰ τὴν εἰς τοὐναντίον μεταμόρφωσιν τῶν πραγμάτων ἐν τῷ παραλόγῳ.