Ancient Greek
Section 14
Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 14
Not analysed yet
καὶ μὴν αἱ ἄλλαι τέχναι τὸ τέλος ὕστερον τοῦτο ἔχουσι, μετὰ τὸ μαθεῖν καὶ τοὺς καρποὺς ἡδέως ἀπολαμβάνουσαι· πολλὴ γὰρ καὶ ὄρθιος οἶμος ἐς αὐτάς· ἡ δὲ παρασιτικὴ μόνη τῶν ἄλλων εὐθὺς ἀπολαύει τῆς τέχνης ἐν αὐτῷ τῷ μανθάνειν, καὶ ἅμα τε ἄρχεται καὶ ἐν τῷ τέλει ἐστίν. καὶ μέντοι τῶν ἄλλων τεχνῶν οὐ τινές, ἀλλὰ πᾶσαι ἐπὶ μόνην τὴν τροφὴν γεγόνασιν, ὁ δὲ παράσιτος εὐθὺς ἔχει τὴν τροφὴν ἅμα τῷ ἄρξασθαι τῆς τέχνης. ἢ οὐκ ἐννοεῖς ὅτι ὁ μὲν γεωργὸς γεωργεῖ οὐ τοῦ γεωργεῖν ἕνεκα καὶ ὁ τέκτων τεκταίνεται οὐχὶ τοῦ τεκταίνεσθαι ἕνεκα, ὁ δὲ παράσιτος οὐχ ἕτερον μέν τι διώκει, ἀλλὰ τὸ αὐτὸ καὶ ἔργον μὲν ἐστὶν αὐτοῦ καὶ οὗ ἕνεκα γίγνεται;