Ancient Greek
Section 15
Lucian, Περὶ τοῦ Παρασίτου ὅτι Τέχνη ἡ Παρασιτική 15
Not analysed yet
καὶ μὴν ἐκεῖνά γε οὐδείς ἐστιν ὅστις οὐκ ἐπίσταται, ὅτι οἱ μὲν τὰς λοιπὰς τέχνας ἐργαζόμενοι τὸν μὲν ἄλλον χρόνον ταλαιπωροῦσι, μίαν δὲ ἢ δύο μόνας τοῦ μηνὸς ἡμέρας ἱερὰς ἄγουσι, καὶ εὐφραίνεσθαι λέγονται τότε· ὁ δὲ παράσιτος τοῦ μηνὸς τὰς τριάκονθʼ ἡμέρας ἱερὰς ἄγει· πᾶσαι γὰρ αὐτῷ δοκοῦσιν εἶναι τῶν θεῶν.