Ancient Greek
Section 1
Lucian, Περὶ τῆς Συρίης Θεοῦ 1
Not analysed yet
Ἔστιν ἐν Συρίῃ πόλις οὐ πολλὸν ἀπὸ τοῦ Εὐφρήτεω ποταμοῦ, καλέεται δὲ Ἱρή, καὶ ἔστιν ἱρὴ τῆς Ἥρης τῆς Ἀσσυρίης. δοκέει δέ μοι, τόδε τὸ οὔνομα οὐκ ἅμα τῇ πόλει οἰκεομένῃ ἐγένετο, ἀλλὰ τὸ μὲν ἀρχαῖον ἄλλο ἦν, μετὰ δὲ σφίσι τῶν ἱρῶν μεγάλων γιγνομένων ἐς τόδε ἡ ἐπωνυμίη ἀπίκετο. περὶ ταύτης ὦν τῆς πόλιος ἔρχομαι ἐρέων ὁκόσα ἐν αὐτῇ Ἔστιν· ἐρέω δὲ καὶ νόμους τοῖσιν ἐς τὰ ἱρὰ χρέωνται, καὶ πανηγύριας τὰς ἄγουσιν καὶ θυσίας τὰς ἐπιτελέουσιν. ἐρέω δὲ καὶ ὁκόσα καὶ περὶ τῶν τὸ ἱρὸν εἱσαμένων μυθολογέουσι, καὶ τὸν νηὸν ὅκως ἐγένετο. γράφω δὲ Ἀσσύριος ἐών, καὶ τῶν ἀπηγέομαι τὰ μὲν αὐτοψίῃ μαθών, τὰ δὲ παρὰ τῶν ἱρέων ἐδάην, ὁκόσα ἐόντα ἐμεῦ πρεσβύτερα ἐγὼ ἱστορέω.