Ancient Greek · ~1 min
Section 2
Lucian, Περὶ τῆς Συρίης Θεοῦ 2
Not analysed yet
πρῶτοι μὲν ὦν ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν Αἰγύπτιοι λέγονται θεῶν τε ἐννοίην λαβεῖν καὶ ἱρὰ εἵσασθαι καὶ τεμένεα καὶ πανηγύριας ἀποδεῖξαι. πρῶτοι δὲ καὶ οὐνόματα ἱρὰ ἔγνωσαν καὶ λόγους ἱροὺς ἔλεξαν. μετὰ δὲ οὐ πολλοστῷ χρόνῳ παρʼ Αἰγυπτίων λόγον Ἀσσύριοι ἐς θεοὺς ἤκουσαν, καὶ ἱρὰ καὶ νηοὺς ἤγειραν, ἐν τοῖς καὶ ἀγάλματα ἔθεντο καὶ ξόανα ἐστήσαντο.