Ancient Greek
Section 3
Lucian, Περὶ τῆς Συρίης Θεοῦ 3
Not analysed yet
τὸ δὲ παλαιὸν καὶ παρʼ Αἰγυπτίοισιν ἀξόανοι νηοὶ ἔσαν. καὶ ἔστιν ἱρὰ καὶ ἐν Συρίῃ οὐ παρὰ πολὺ τοῖς Αἰγυπτίοισιν ἰσοχρονέοντα, τῶν ἐγὼ πλεῖστα ὄπωπα, τό γε τοῦ Ἡρακλέος τὸ ἐν Τύρῳ, οὐ τούτου τοῦ Ἡρακλέος τὸν Ἕλληνες ἀείδουσιν, ἀλλὰ τὸν ἐγὼ λέγω πολλὸν ἀρχαιότερος καὶ Τύριος ἥρως ἐστίν.