Ancient Greek
Section 54
Lucian, Περὶ τῆς Συρίης Θεοῦ 54
Not analysed yet
θύουσιν δὲ βόας ἄρσενάς τε καὶ θήλεας καὶ αἶγας καὶ ὄϊας. σύας δὲ μοῦνον ἐναγέας νομίζοντες οὔτε θύουσιν οὔτε σιτέονται. ἄλλοι δʼ οὐ σφέας ἐναγέας, ἀλλὰ ἱροὺς νομίζουσιν. ὀρνίθων τε αὐτέοισι περιστερὴ δοκέει χρῆμα ἱρότατον καὶ οὐδὲ ψαύειν αὐτέων δικαιέουσιν· καὶ ἢν ἀέκοντες ἅψωνται, ἐναγέες ἐκείνην τὴν ἡμέρην εἰσί. τοὔνεκα δὲ αὐτέοισι σύννομοί τέ εἰσι καὶ ἐς τὰ οἰκεῖα ἐσέρχονται καὶ τὰ πολλὰ ἐν γῇ νέμονται.