Ancient Greek · ~3 min
Section 55
Lucian, Περὶ τῆς Συρίης Θεοῦ 55
Not analysed yet
λέξω δὲ καὶ τῶν πανηγυριστέων τὰ ἕκαστοι ποιέουσιν. ἀνὴρ εὖτʼ ἂν ἐς τὴν ἱρὴν πόλιν πρῶτον ἀπικνέηται, κεφαλὴν μὲν ὅδε καὶ ὀφρύας ἐξύρατο, μετὰ δὲ ἱρεύσας ὄϊν τὰ μὲν ἄλλα κρεουργέει τε καὶ εὐωχέεται, τὸ δὲ νάκος χαμαὶ θέμενος ἐπὶ τούτου ἐς γόνυ ἕζεται, πόδας δὲ καὶ κεφαλὴν τοῦ κτήνεος ἐπὶ τὴν ἑωυτοῦ κεφαλὴν ἀναλαμβάνει· ἅμα δὲ εὐχόμενος αἰτέει τὴν μὲν παρεοῦσαν θυσίην δέκεσθαι, μέζω δὲ ἐσαῦτις ὑπισχνέεται. τελέσας δὲ ταῦτα, τὴν κεφαλὴν αὐτοῦ τε στέφεται καὶ τῶν ἄλλων ὁκόσοι τὴν αὐτὴν ὁδὸν ἀπικνέονται, ἄρας δὲ ἀπὸ τῆς ἑωυτοῦ ὁδοιπορέει, ὕδασί τε ψυχροῖσι χρεόμενος λουτρῶν τε καὶ πόσιος εἵνεκα καὶ ἐς πάμπαν χαμοκοιτέων· οὐ γάρ οἱ εὐνῆς ἐπιβῆναι ὅσιον πρὶν τήν τε ὁδὸν ἐκτελέσαι καὶ ἐς τὴν ἑωυτοῦ αὖτις ἀπικέσθαι.