Ancient Greek · ~2 min
ΞΑΝΘΟΥ ΚΑΙ ΘΑΛΑΣΣΗΣ
Lucian, Ἐνάλιοι Διάλογοι 1-10
Not analysed yet
Δέξαι με, ὦ θάλασσα, δεινὰ πεπονθότα καὶ κατάσβεσόν μου τὰ τραύματα. Τί τοῦτο, ὦ Ξάνθε; τίς σε κατέκαυσεν; Ὁ Ἥφαιστος. ἀλλ’ ἀπηνθράκωμαι ὅλος ὁ κακοδαίμων καὶ ζέω. Διὰ τί δαί σοι καὶ ἐνέβαλε τὸ πῦρ; Διὰ τὸν ταύτης υἱὸν τῆς Θέτιδος· ἐπεὶ γὰρ φονεύοντα τοὺς Φρύγας ἱκετεύσας οὐκ ἔπαυσα τῆς ὀργῆς, ἀλλ’ ὑπὸ τῶν νεκρῶν ἐνέφραττέ μοι τὸν ῥοῦν, ἐλεήσας τοὺς ἀθλίους ἐπῆλθον ἐπικλύσαι ἐθέλων, ὡς φοβηθεὶς ἀπόσχοιτο τῶν ἀνδρῶν.