Ancient Greek
ΞΑΝΘΟΥ ΚΑΙ ΘΑΛΑΣΣΗΣ
Lucian, Ἐνάλιοι Διάλογοι 2-10
Not analysed yet
ἐνταῦθα ὁ Ἥφαιστος—ἔτυχε γὰρ πλησίον που ὤν—πᾶν οἶμαι ὅσον ἐν τῇ καμίνῳ πῦρ εἶχεν καὶ ὅσον ἐν τῇ Αἴτνῃ φέρων ἐπῆλθέ μοι, καὶ ἔκαυσε μὲν τὰς πτελέας μου καὶ μυρίκας, ὤπτησε δὲ καὶ τοὺς κακοδαίμονας ἰχθῦς καὶ τὰς ἐγχέλεις, αὐτὸν δὲ ἐμὲ ὑπερκαχλάσαι ποιήσας μικροῦ δεῖν ὅλον ξηρὸν εἴργασται. ὁρᾷς γοῦν ὅπως διάκειμαι ἀπὸ τῶν ἐγκαυμάτων. Θολερός, ὦ Ξάνθε, καὶ θερμός, ὡς εἰκός, τὸ αἷμα μὲν ἀπὸ τῶν νεκρῶν, ἡ θέρμη δέ, ὡς φῄς, ἀπὸ τοῦ πυρός· καὶ εἰκότως, ὦ Ξάνθε, ὃς ἐπὶ τὸν ἐμὸν υἱωνὸν ὥρμησας οὐκ αἰδεσθεὶς ὅτι Νηρεΐδος υἱὸς ἦν. Οὐκ ἔδει οὖν ἐλεῆσαι γείτονας ὄντας τοὺς Φρύγας; Τὸν Ἥφαιστον δὲ οὐκ ἔδει ἐλεῆσαι Θέτιδος υἱὸν ὄντα τὸν Ἀχιλλέα;