Ancient Greek · ~2 min
ΝΟΤΟΥ ΚΑΙ ΖΕΦΥΡΟΥ
Lucian, Ἐνάλιοι Διάλογοι 1-11
Not analysed yet
Ταύτην, ὦ Ζέφυρε, τὴν δάμαλιν, ἣν διὰ τοῦ πελάγους εἰς Αἴγυπτον ὁ Ἑρμῆς ἄγει, ὁ Ζεὺς διεκόρησεν ἁλοὺς ἔρωτι; Ναί, ὦ Νότε· οὐ δάμαλις δὲ τότε, ἀλλὰ παῖς ἦν τοῦ ποταμοῦ Ἰνάχου· νῦν δὲ ἡ Ἥρα τοιαύτην ἐποίησεν αὐτὴν ζηλοτυπήσασα, ὅτι πάνυ ἑώρα ἐρῶντα τὸν Δία. Νῦν δὲ ἔτι ἐρᾷ τῆς βοός; Καὶ μάλα, καὶ διὰ τοῦτο αὐτὴν εἰς Αἴγυπτον ἔπεμψεν καὶ ἡμῖν προσέταξε μὴ κυμαίνειν τὴν θάλασσαν ἔστ' ἂν διανήξεται, ὡς ἀποτεκοῦσα ἐκεῖ—κυεῖ δὲ ἤδη—θεὸς γένοιτο καὶ αὐτὴ καὶ τὸ τεχθέν.