Ancient Greek · ~3 min
Γλυκέρα καὶ Θαίς
Lucian, Ἑταιρικοὶ Διάλογοι 1
Not analysed yet
τὸν στρατιώτην ἐκεῖνον, Θαΐ, τὸν Ἀκαρνᾶνα, ὅς πάλαι μὲν Ἀβρότονον εἶχε, μετὰ ταῦτα δὲ ἠράσθη ἐμοῦ, τὸν εὐπάρυφον λέγω, τὸν ἐν τῇ χλαμύδι, οἶσθα αὐτόν, ἢ ἐπιλέλησαι τὸν ἄνθρωπον; οὔκ, ἀλλὰ οἶδα, ὦ Γλυκέριον, καὶ συνέπιε μεθʼ ἡμῶν πέρυσιν ἐν τοῖς Ἁλώοις. τί δὲ τοῦτο; ἐῴκεις γάρ τι περὶ αὐτοῦ διηγεῖσθαι. Γοργόνα αὐτὸν ἡ παμπόνηρος, φίλη δοκοῦσα εἶναι, ἀπέσπασεν ἀπʼ ἐμοῦ ὑπελθοῦσα. καὶ νῦν σοὶ μὲν ἐκεῖνος οὐ πρόσεστι, Γοργόναν δὲ ἑταίραν πεποίηται; ναί, ὦ Θαΐ, καὶ τὸ πρᾶγμα οὐ μετρίως μου ἥψατο. πονηρὸν μέν ὦ Γλυκέριον, οὐκ ἀδόκητον δέ, ἀλλʼ εἰωθὸς γίγνεσθαι ὑφʼ ἡμῶν τῶν ἑταιρῶν. οὔκουν χρὴ οὔτε ἀνιᾶσθαι ἄγαν οὔτε μέμφεσθαι τῇ Γοργόνῃ· οὐδὲ γὰρ σὲ Ἀβρότονον ἐπʼ αὐτῷ πρότερον ἐμέμψατο, καίτοι φίλαι ἦτε.