Ancient Greek · ~3 min
Γλυκέρα καὶ Θαίς
Lucian, Ἑταιρικοὶ Διάλογοι 2
Not analysed yet
ἀτὰρ ἐκεῖνο θαυμάξω, τί καὶ ἐπῄνεσεν αὐτῆς ὁ στρατιώτης οὗτος, ἐκτὸς εἰ μὴ παντάπασι τυφλός ἐστιν, ὃς οὐχ ἑωράκει τὰς μὲν τρίχας αὐτὴν ἀραιὰς ἔχουσαν καὶ ἐπὶ πολὺ τοῦ μετώπου ἀπηγμένας· τὰ χείλη δὲ πελιδνὰ καὶ νεκρικὰ καὶ τράχηλος λεπτὸς καὶ ἐπίσημοι ἐν αὐτῷ αἱ φλέβες καὶ ῥὶς μακρά. ἓν μόνον, εὐμήκης ἐστὶ καὶ ὀρθὴ καὶ μειδιᾷ πάνυ ἐπαγωγόν. οἴει γάρ, ὦ Θαΐ, τῷ κάλλει ᾑρῆσθαι τὸν Ακαρνᾶυα; οὐκ οἶσθα ὡς φαρμακὶς ἡ Χρυσάριον ἡ μήτηρ αὐτῆς, Θετταλάς τινας ᾠδὰς ἐπισταμένη καὶ τὴν σελήνην κατάγουσα; φασὶ δὲ αὐτὴν καὶ πέτεσθαι τῆς νυκτός· ἐκείνη ἐξέμηνε τὸν ἄνθρωπον πιεῖν τῶν φαρμάκων ἐγχέασα, καὶ νῦν τρυγῶσιν αὐτόν. καὶ σύ, ὦ Γλυκέριον, ἄλλον τρυγήσεις, τοῦτον δὲ χαίρειν ἔα.