Ancient Greek · ~2 min
χελιδόνιον και Δροσίς
Lucian, Ἑταιρικοὶ Διάλογοι 1-10
Not analysed yet
οὐκέτι φοιτᾷ παρὰ σέ, ὦ Δροσί, τὸ μειράκιον ὁ Κλεινίας; οὐ γὰρ ἑώρακα, πολὺς ἤδη χρόνος, αὐτὸν παρʼ ὑμῖν. οὐκέτι, ὦ Χελιδόνιον· ὁ γὰρ διδάσκαλος αὐτὸν εἶρξε μηκέτι μοι προσιέναι. τίς οὗτος; μή τι τὸν παιδοτρίβην Διότιμον λέγεις; ἐπεὶ ἐκεῖνός γε φίλος ἐστίν. οὔκ, ἀλλʼ ὁ κάκιστα φιλοσόφων ἀπολούμενος Ἀρισταίνετος. τὸν σκυθρωπὸν λέγεις, τὸν δασύν, τὸν βαθυπώγωνα, ὃς εἴωθε μετὰ τῶν μειρακίων περιπατεῖν ἐν τῇ Ποικίλῃ; ἐκεῖνόν φημι τὸν ἀλαζόνα, ὃν κάκιστα ἐπίδοιμι ἀπολούμενον, ἑλκόμενον τοῦ πώγωνος ὑπὸ δημίου.