Ancient Greek
χελιδόνιον και Δροσίς
Lucian, Ἑταιρικοὶ Διάλογοι 2-10
Not analysed yet
τί παθὼν δὲ ἐκεῖνος τοιαῦτα ἔπεισε τὸν Κλεινίαν; οὐκ οἶδα, ὦ Χελιδόνιον. ἀλλὰ μηδέποτε ἀπόκοιτός μου γενόμενος ἀφʼ οὗ γυναικὶ ὁμιλεῖν ἤρξατο —πρῶτον δὲ ὡμίλησέ μοι —τριῶν τούτων ἑξῆς ἡμερῶν οὐδὲ προσῆλθε τῷ στενωπῷ· ἐπεὶ δὲ ἠνιώμην —οὐκ οἶδα δὲ ὅπως τι ἔπαθον ἐπʼ αὐτῷ —ἔπεμψα τὴν Νεβρίδα περισκεψομένην αὐτὸν ἢ ἐν ἀγορᾷ διατρίβοντα ἢ ἐν Ποικίλῃ· ἡ δὲ περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν. εἶτʼ ἐβάδιζον ἅμα ἐς τὴν πόλιν· ἡ δὲ ἄχρι τοῦ Διπύλου ἀκολουθήσασα, ἐπεὶ μηδʼ ὅλως ἐπεστράφη, ἐπανῆκεν οὐδὲν σαφὲς ἀπαγγεῖλαι ἔχουσα. πῶς με οἴει διάγειν τὸ μετὰ ταῦτα οὐκ ἔχουσαν εἰκάσαι ὅ τι μοι πέπονθεν ὁ μειρακίσκος; ἀλλὰ μὴ ἐλύπησέ τι αὐτόν, ἔλεγον, ἤ τινος ἄλλης ἠράσθη μισήσας ἐμέ; ἀλλʼ ὁ πατὴρ διεκώλυσεν αὐτόν; πολλὰ τοιαῦτα ἔστρεφον. ἤδη δὲ περὶ δείλην ὀψίαν ἧκεν ὁ Δρόμων τὸ γραμμάτιον τουτὶ παρʼ αὐτοῦ κομίζων. ἀνάγνωθι λαβοῦσα, ὦ Χελιδόνιον· οἶσθα γὰρ δή που γράμματα.