Ancient Greek · ~3 min
Τρύφαινα καὶ Χαρμίδης.
Lucian, Ἑταιρικοὶ Διάλογοι 2-11
Not analysed yet
εἰπὲ τοὔνομα, ὦ Χαρμίδη. Φιλημάτιον, ὦ Τρύφαινα. ὁποτέραν λέγεις; δύο γάρ εἰσι· τὴν ἐκ Πειραιῶς, τὴν ἄρτι διακεκορευμένην, ἧς ἐρᾷ Δάμυλλος ὁ τοῦ νῦν στρατηγοῦντος υἱός, ἢ τὴν ἑτέραν, ἣν Παγίδα ἐπικαλοῦσιν; ἐκείνην, καὶ ἑάλωκα ὁ κακοδαίμων καὶ συνείλημμαι πρὸς αὐτῆς. οὐκοῦν διʼ ἐκείνην ἔκλαες; καὶ μάλα. πολύς δὲ χρόνος ἔστι σοι ἐρῶντι ἢ νεοτελής τις εἶ; οὐ νεοτελής, ἀλλὰ μῆνες ἑπτὰ σχεδὸν ἀπὸ Διονυσίων, ὅτε πρῶτον εἶδον αὐτην. εἶδες δὲ ὅλην ἀκριβῶς, ἢ τὸ πρόσωπον μόνον καὶ ὅσα τοῦ σώματος φανερά, καὶ ὡς χρῆν γυναῖκα πέντε καὶ τετταράκοντα ἔτη γεγονυῖαν ἤδη; καὶ μὴν ἐπόμνυται δύο καὶ εἴκοσιν εἰς τὸν ἐσόμενον Ἐλαφηβολιῶνα τελέσειν.