Ancient Greek · ~3 min
Τρύφαινα καὶ Χαρμίδης.
Lucian, Ἑταιρικοὶ Διάλογοι 1-11
Not analysed yet
ἑταίραν δέ τις παραλαβὼν πέντε δραχμὰς τὸ μίσθωμα δοὺς καθεύδει ἀποστραφεὶς δακρύων καὶ στένων; ἀλλʼ οὔτε πέπωκας ἡδέως, οἶμαι, οὔτε δειπνῆσαι μόνος ἠθέλησας· ἔκλαες γὰρ καὶ παρὰ τὸ δεῖπνον, ἑώρων γάρ· καὶ νῦν δὲ οὐ διαλέλοιπας ἀνολολύζων ὥς2περ βρέφος. ταῦτα οὖν, ὦ Χαρμίδη, τίνος ἕνεκα ποιεῖς; μὴ ἀποκρύψῃ με, ὡς ἂν καὶ τοῦτο ἀπολαύσω τῆς νυκτὸς ἀγρυπνήσασα μετὰ σοῦ. ἔρως με ἀπόλλυσιν, ὦ Τρύφαινα, καὶ οὐκέτʼ ἀντέχω πρὸς τὸ δεινόν. ἀλλʼ ὅτι μὲν οὐκ ἐμοῦ ἐρᾷς, δῆλον· οὐ γὰρ ἂν ἔχων με ἠμέλεις καὶ ἀπωθοῦ περιπλέκεσθαι θέλουσαν καὶ τέλος διετείχιζες τὸ μεταξὺ ἡμῶν τῷ ἱματίῳ δεδιὼς μὴ ψαύσαιμί σου. τίς δὲ ὅμως ἐκείνη ἐστίν, εἰπέ· τάχα γὰρ ἄν τι καὶ συντελέσαιμι πρὸ τὸν ἔρωτα, οἶδα γὰρ ὡς χρὴ τὰ τοιαῦτα διακονεῖσθαι. καὶ μὴν οἶσθα καὶ πάνυ ἀκριβῶς αὐτὴν κἀκείνη σέ· οὐ γὰρ ἀφανὴς ἑταίρα ἐστίν.