Ancient Greek
Δωρίων και Μυρτάλη.
Lucian, Ἑταιρικοὶ Διάλογοι 3-13
Not analysed yet
ὦ Μυρτάλη, ὅσα ναύτης ἄνθρωπος ἐδυνάμην μισθοῦ ἐπιπλέων. νῦν γὰρ ἤδη τοίχου ἄρχω τοῦ δεξιοῦ καὶ σὺ ἡμῶν ὑπερορᾷς, πρῴην δὲ ὁπότε τὰ Ἀφροδίσια ἦν, οὐχὶ δραχμὴν ἔθηκα πρὸς τοῖν ποδοῖν τῆ Ἀφροδίτης σοῦ ἕνεκεν ἀργυρᾶν; καὶ πάλιν τῇ μητρὶ εἰς ὑποδήματα δύο δραχμὰς καὶ Λυδῇ ταύτῃ πολλάκις εἰς τὴν χεῖρα νῦν μὲν δύο, νῦν δὲ τέτταρας ὀβολούς. ταῦτα πάντα συντεθέντα οὐσία ναύτου ἀνδρὸς ἦν. τὰ κρόμμυα καὶ οἱ σαπέρδαι, ὦ Δωρίων; ναί· οὐ γὰρ εἶχον πλείω κομίζειν· οὐ γὰρ ἂν ἤρεττον, εἴ γε πλουτῶν ἐτύγχανον. τῇ μητρὶ δὲ οὐδὲ κεφαλίδα μίαν σκορόδου ἐκόμισα πώποτε. ἡδέως δʼ ἂν ἔμαθον ἅτινά σοι παρὰ τοῦ Βιθυνοῦ τὰ δῶρα. τουτὶ πρῶτον ὁρᾷς τὸ χιτώνιον; ἐκεῖνος ἐπρίατο, καὶ τὸν ὅρμον τὸν παχύτερον. ἐκεῖνος; ᾔδειν γάρ σε πάλαι ἔχουσαν. ἀλλʼ ὃν ᾔδεις, πολὺ λεπτότερος ἦν καὶ σμαράγδους οὐκ εἶχε. καὶ ἐλλόβια ταυτὶ καὶ δάπιδα, καὶ πρῴην δύο μνᾶς, καὶ τὸ ἐνοίκιον κατέβαλεν ὑπὲρ ἡμῶν, οὐ σάνδαλα Παταρικὰ καὶ τυρὸν Γυθιακὸν καὶ φληνάφους.