Ancient Greek · ~3 min
Δωρίων και Μυρτάλη.
Lucian, Ἑταιρικοὶ Διάλογοι 4-11
Not analysed yet
ἀλλὰ ἐκεῖνο οὐ λέγεις, οἵῳ ὄντι συγκαθεύδεις αὐτῷ; ἔτη μὲν ὑπὲρ τὰ πεντήκοντα πάντως, ἀναφαλαντίας καὶ τὴν χρόαν οἷος κάραβος. οὐδὲ τοὺς ὀδόντας αὐτοῦ ὁρᾷς; αἱ μὲν γὰρ χάριτες, ὦ Διοσκόρω, πολλαί, καὶ μάλιστα ὁπόταν ᾅδῃ καὶ ἁβρὸς εἶναι θέλῃ, ὄνος αὐτολυρίζων, φασίν. ἀλλὰ ὄναιο αὐτοῦ ἀξία γε οὖσα καὶ γένοιτο ὑμῖν παιδίον ὅμοιον τῷ πατρί, ἐγὼ δὲ καὶ αὐτὸς εὑρήσω Δελφίδα ἢ Κυμβάλιόν τινα τῶν κατʼ ἐμὲ ἢ τὴν γείτονα ὑμῶν τὴν αὐλητρίδα ἢ πάντως τινά. δάπιδας δὲ καὶ ὅρμους καὶ διμναῖα μισθώματα οὐ πάντες ἔχομεν. ὦ μακαρία ἐκείνη, ἥτις ἐραστὴν σέ, ὦ Δωρίων, ἕξει· κρόμμυα γὰρ αὐτῇ οἴσεις ἐκ Κύπρου καὶ τυρόν, ὅταν ἐκ Γυθίου καταπλέῃς.