Ancient Greek · ~5 min
Κρωβύλη καὶ Κόρινανα.
Lucian, Ἑταιρικοὶ Διάλογοι 3-5
Not analysed yet
πῶς δὲ ταῦτα ἐκτήσατο ἡ Λύρα; τὸ μὲν πρῶτον κατακοσμοῦσα ἑαυτὴν εὐπρεπῶς καὶ εὐσταλὴς οὖσα καὶ φαιδρὰ πρὸς ἅπαντας, οὐκ ἄχρι τοῦ καγχάζειν ῥᾳδίως καθάπερ σὺ εἴωθας, ἀλλὰ μειδιῶσα ἡδὺ καὶ ἐπαγωγόν, εἶτα προσομιλοῦσα δεξιῶς καὶ μήτε φενακίζουσα, εἴ τις προσέλθοι ἢ προπέμψειε, μήτε αὐτὴ ἐπιλαμβανομένη τῶν ἀνδρῶν. ἢν δέ ποτε καὶ ἀπέλθῃ ἐπὶ δεῖπνον λαβοῦσα μίσθωμα, οὔτε μεθύσκεται, —καταγέλαστον γὰρ καὶ μισοῦσιν οἱ ἄνδρες τὰς τοιαύτας —οὔτε ὑπερεμφορεῖται τοῦ ὄψου ἀπειροκάλως, ἀλλὰ προσάπτεται μὲν ἄκροις τοῖς δακτύλοις, σιωπῇ δὲ τὰς ἐνθέσεις οὐκ ἐπʼ ἀμφοτέρας παραβύεται τὰς γνάθους, πίνει δὲ ἠρέμα, οὐ χανδόν, ἀλλʼ ἀναπαυομένη. κἂν εἰ διψῶσα, ὦ μῆτερ, τύχοι; τότε μάλιστα, ὦ Κόριννα. καὶ οὔτε πλέον τοῦ δέοντος φθέγγεται οὔτε ἀποσκώπτει ἔς τινα τῶν παρόντων, ἐς μόνον δὲ τὸν μισθωσάμενον βλέπει· καὶ διὰ τοῦτο ἐκεῖνοι φιλοῦσιν αὐτήν. καὶ ἐπειδὰν κοιμᾶσθαι δέῃ, ἀσελγὲς οὐδὲν οὐδὲ ἀμελὲς ἐκείνη ἄν τι ἐργάσαιτο, ἀλλὰ ἐξ ἅπαντος ἓν τοῦτο θηρᾶται, ὡς ὑπαγάγοιτο καὶ ἐραστὴν ποιήσειεν ἐκεῖνον· ταῦτα γὰρ αὐτὴν ἅπαντες ἐπαινοῦσιν. εἰ δὴ καὶ σὺ ταῦτα ἐκμάθοις, μακάριαι καὶ ἡμεῖς ἐσόμεθα· ἐπεὶ τά γε ἄλλα παρὰ πολὺ αὐτῆς ἀλλʼ οὐδέν, ὦ φίλη Ἀδράστεια, φημί, ζώοις μόνον.