Ancient Greek
Κρωβύλη καὶ Κόρινανα.
Lucian, Ἑταιρικοὶ Διάλογοι 4-4
Not analysed yet
εἰπέ μοι, ὦ μῆτερ, οἱ μισθούμενοι παντες τοιοῦτοί εἰσιν οἷος ὁ Εὔκριτος, μεθʼ οὗ χθὲς ἐκάθευδον; οὐ πάντες, ἀλλʼ ἔνιοι μὲν ἀμείνους, οἱ δὲ καὶ ἤδη ἀνδρώδεις, οἱ δὲ καὶ οὐ πάνυ μορφῆς εὐφυῶς ἔχοντες. καὶ τοιούτοις συγκαθεύδειν δεήσει; μάλιστα, ὦ θύγατερ· οὗτοι μέν τοι καὶ πλείονα διδόασιν· οἱ καλοὶ δὲ αὐτὸ μόνον καλοὶ θέλουσιν εἶναι. καὶ σοὶ δὲ μελέτω ἀεὶ τοῦ πλείονος, εἰ θέλεις ἐν βραχεῖ λέγειν ἁπάσας ἐνδειξάσας σε τῷ δακτύλῳ, Οὐχ ὁρᾷς τὴν Κόρινναν τὴν τῆς Κρωβύλης θυγατέρα ὡς ὑπερπλουτεῖ καὶ τρισευδαίμονα πεποίηκε τὴν μητέρα; τί φής; ποιήσεις ταῦτα; ποιήσεις, οἶδα ἐγώ, καὶ προέξεις ἁπασῶν ῥᾳδίως. νῦν δʼ ἄπιθι λουσομένη, εἰ ἀφίκοιτο καὶ τήμερον τὸ μειράκιον ὁ Εὔκριτος· ὑπισχνεῖτο γάρ.