Ancient Greek · ~2 min
Δορκὰς, Παννυχὶς, Φιλόστρατος, Πολέμων.
Lucian, Ἑταιρικοὶ Διάλογοι 3-8
Not analysed yet
Ἐξευρίσκωμεν, ὦ Δορκάς, ἐκ τῶν παρόντων σωτήριον· οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὔτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι· προσέτι γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν· νῦν δὲ τί οὐκ ἂν ἐκεῖνος ποιήσειεν; ἀλλὰ καὶ προσέρχεται. Ἐκλύομαι, ὦ Δορκάς, ὑπὸ τῆς ἀπορίας καὶ τρέμω. ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται. τίς γένωμαι; πῶς ἄν με ἡ γῆ καταπίοι;