Ancient Greek · ~3 min
Δορκὰς, Παννυχὶς, Φιλόστρατος, Πολέμων.
Lucian, Ἑταιρικοὶ Διάλογοι 4-6
Not analysed yet
τί οὐ πίνομεν, ὦ Παννυχί; ἄνθρωπε, ἀπολώλεκάς με. σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς. οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν; σιωπᾷς; εὖ γε, ὦ Παννυχί. ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. καὶ δίκαια μέντοι πέπονθα, καί σοι χάριν ἔχω· οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ. σὺ δὲ τίς εἶ, ὦ βέλτιστε; ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυγῆς, ἀκούεις; χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα, ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν. ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, ἐπειδὰν τὰ φορτία διαθώμεθα. καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρʼ Ὀδρύσαις χιλιαρχεῖν ἔα. ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ. τί ποιῶ, Δορκάς; εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν. εἰ θέλεις, εἰσίωμεν.