Ancient Greek · ~3 min
Μίνως καὶ Σώστρατος.
Lucian, Νεκρικοὶ Διάλογοι 1-30
Not analysed yet
ὁ μὲν λῃστὴς οὑτοσὶ Σώστρατος ἐς τὸν Πυριφλεγέθοντα ἐμβεβλήσθω, ὁ δὲ ἱερόσυλος ὑπὸ τῆς Χιμαίρας διασπασθήτω, ὁ δὲ τύραννος, ὦ Ἑρμῆ, παρὰ τὸν Τιτυὸν ἀποταθεὶς ὑπὸ τῶν γυπῶν καὶ αὐτὸς κειρέσθω τὸ ἧπαρ, ὑμεῖς δὲ οἱ ἀγαθοὶ ἄπιτε κατα τάχος ἐς τὸ Ἠλύσιον πεδίον καὶ τὰς μακάρων νήσους κατοικεῖτε, ἀνθʼ ὧν δίκαια ἐποιεῖτε παρὰ τὸν βίον. ἄκουσον, ὦ Μίνως, εἴ σοι δίκαια δόξω λέγειν. νῦν ἀκούσω αὖθις; οὐ γὰρ ἐξελήλεγξαι, ὦ Σώστρατε, πονηρὸς ὢν καὶ τοσούτους ἀπεκτονώς; Ἐλήλεγμαι μέν, ἀλλʼ ὅρα, εἰ καὶ δικαίως κολασθήσομαι. καὶ πάνυ, εἴ γε ἀποτίνειν τὴν ἀξίαν δίκαιον. ὅμως ἀπόκριναί μοι, ὦ Μίνως· βραχὺ γάρ τι ἐρήσομαί σε. λέγε, μὴ μακρὰ μόνον, ὡς καὶ τοὺς ἄλλους διακρίνωμεν ἤδη.