Ancient Greek
Αἶας καὶ Ἀγαμέμνων.
Lucian, Νεκρικοὶ Διάλογοι 2-28
Not analysed yet
αἰτιῶ τοιγαροῦν, ὦ γενναῖε, τὴν Θέτιν, ἣ δέον σοὶ τὴν κληρονομίαν παραδοῦναι τῶν ὅπλων συγγενεῖ γε ὄντι, φέρουσα ἐς τὸ κοινὸν κατέθετο αὐτά. οὔκ, ἀλλὰ τὸν Ὀδυσσέα, ὃς ἀντεποιήθη μόνος. συγγνώμη, ὦ Αἶαν, εἰ ἄνθρωπος ὢν ὠρέχθη δόξης ἡδίστου πράγματος, ὑπὲρ οὗ καὶ ἡμῶν ἕκαστος κινδύνους ὑπέμενεν, ἐπεὶ καὶ ἐκράτησέ σου καὶ ταῦτα ἐπὶ Τρωσὶ δικασταῖς. οἶδα ἐγώ, ἥτις μου κατεδίκασεν· ἀλλʼ οὐ θέμις λέγειν τι περὶ τῶν θεῶν. τὸν δʼ οὖν Ὀδυσσέα μὴ οὐχὶ μισεῖν οὐκ ἂν δυναίμην, ὦ Ἀγάμεμνον, οὐδʼ εἰ αὐτή μοι ἡ Ἀθηνᾶ τοῦτʼ ἐπιτάττοι.