Ancient Greek
Μένιππος, Αἰακός καὶ Πυθαγόρας.
Lucian, Νεκρικοὶ Διάλογοι 2-19
Not analysed yet
βαβαῖ, ὦ Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα οὗτος δέ, ὦ Αἰακέ, τίς ἐστι; Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος, ὁ δʼ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, ὁ δʼ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης. εἶτα σέ, ὦ κάθαρμα, ἡ Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ ὁ Κροῖσός ἐστι. τὸν Σαρδανάπαλλον δέ, ὦ Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον. μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν. οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως ἀνδρογύνῳ γε ὄντι.