Ancient Greek · ~2 min
Μένιππος, Αἰακός καὶ Πυθαγόρας.
Lucian, Νεκρικοὶ Διάλογοι 3-11
Not analysed yet
βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς; νὴ Δία γε. πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί. χαῖρε, ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν ἐθέλῃς. νὴ Δία καὶ σύ γε, ὦ Μένιππε. οὐκέτι χρυσοῦς ὁ μηρός ἐστί σοι; οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον ἡ πήρα ἔχει. κυάμους, ὦγαθέ· ὥστε οὐ τοῦτό σοι ἐδώδιμον. δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα· ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.