Ancient Greek · ~2 min
Μένιππος καὶ Κέρβερος.
Lucian, Νεκρικοὶ Διάλογοι 2-20
Not analysed yet
οὐκοῦν σοφιστὴς ὁ ἄνθρωπος ἦν καὶ οὐκ ἀληθῶς κατεφρόνει τοῦ πράγματος; οὔκ, ἀλλʼ ἐπείπερ ἀναγκαῖον αὐτὸ ἑώρα, κατεθρασύνετο ὡς δῆθεν οὐκ ἄκων πεισόμενος ὃ πάντως ἔδει παθεῖν, ὡς θαυμάσωνται οἱ θεαταί. καὶ ὅλως περὶ πάντων γε τῶν τοιούτων εἰπεῖν ἂν ἔχοιμι, ἕως τοῦ στομίου τολμηροὶ καὶ ἀνδρεῖοι, τὰ δὲ ἔνδοθεν ἔλεγχος ἀκριβής. ἐγὼ δὲ πῶς σοι κατεληλυθέναι ἔδοξα; μόνος, ὦ Μένιππε, ἀξίως τοῦ γένους, καὶ Διογένης πρὸ σοῦ, ὅτι μὴ ἀναγκαζόμενοι ἐσῄειτε μηδʼ ὠθούμενοι, ἀλλʼ ἐθελούσιοι, γελῶντες, οἰμώζειν παραγγείλαντες ἅπασιν.