Ancient Greek · ~2 min
Χάρων, Ἑρμῆς, καὶ Μένιππος.
Lucian, Νεκρικοὶ Διάλογοι 1-22
Not analysed yet
ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα. βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον. ἀπόδος, φημί, ἀνθʼ ὧν σε διεπορθμεύσαμεν. οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος. ἔστι δέ τις ὀβολὸν μὴ ἔχων; εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δʼ οὐκ ἔχω. καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς. κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον. μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν. ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.