Ancient Greek · ~2 min
Χάρων, Ἑρμῆς, καὶ Μένιππος.
Lucian, Νεκρικοὶ Διάλογοι 3-12
Not analysed yet
οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον. χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρα τοῦ Αἰακοῦ προσλάβω. μὴ ἐνόχλει οὖν. δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις. θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον. πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾅδων οἰμωζόντων ἐκείνων. ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρ θμευσας; ἐλεύθερον ἀκριβῶς, κοὐδενὸς αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος. καὶ μὴν ἄν σε λάβω ποτέ —ἂν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.