Ancient Greek · ~2 min
Χάρων, Ἑρμῆς, καὶ Μένιππος.
Lucian, Νεκρικοὶ Διάλογοι 2-21
Not analysed yet
νὴ Δίʼ ὠνάμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν. οὐκ ἀποστήσομαί σου. τούτου γε ἕνεκα καὶ νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλʼ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις; σὺ δʼ οὐκ ᾔδεις ὡς κομίζεσθαι δέον; Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν; μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι; οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν. οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.