Ancient Greek · ~2 min
Διογένης καὶ Ἡρακλῆς.
Lucian, Νεκρικοὶ Διάλογοι 4-10
Not analysed yet
σαφῶς νῦν μανθάνω· δύο γὰρ φὴς ἔτεκεν ἡ Ἀλκμήνη κατὰ τὸ αὐτὸ Ἡρακλέας, τὸν μὲν ὑπʼ Ἀμφιτρύωνι, τὸν δὲ παρὰ τοῦ Διός, ὥστε ἐλελήθειτε δίδυμοι ὄντες ὁμομήτριοι. οὔκ, ὦ μάταιε· ὁ γὰρ αὐτὸς ἄμφω ἦμεν. οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτους δύο ὄντας Ἡρακλέας, ἐκτὸς εἰ μὴ ὥσπερ ἱπποκένταυρός τις ἦτε ἐς ἓν συμπεφυκότες ἄνθρωπος καὶ θεός. οὐ γὰρ καὶ πάντες οὕτω σοι δοκοῦσι συγκεῖσθαι ἐκ δυεῖν, ψυχῆς καὶ σώματος; ὥστε τί τὸ κωλῦόν ἐστι τὴν μὲν ψυχὴν ἐν οὐρανῷ εἶναι, ἥπερ ἦν ἐκ Διός, τὸ δὲ θνητὸν ἐμὲ παρὰ τοῖς νεκροῖς;