Ancient Greek · ~2 min
Διογένης καὶ Ἡρακλῆς.
Lucian, Νεκρικοὶ Διάλογοι 5-6
Not analysed yet
ἀλλʼ, ὦ βέλτιστε Ἀμφιτρυωνιάδη, καλῶς ἂν ταῦτα ἔλεγες, εἰ σῶμα ἦσθα, νῦν δὲ ἀσώματον εἴδωλον εἶ· ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν Ἡρακλέα. πῶς τριπλοῦν; ὧδέ πως· εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ, ὁ δὲ παρʼ ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐλύθη κόνις ἤδη γενόμενον, τρία ταῦτα δὴ γίγνεται. καὶ σκόπει, ὅντινα δὴ πατέρα τὸν τρίτον ἐπινοήσεις τῷ σώματι. θρασὺς εἶ καὶ σοφιστής· τίς δὲ καὶ ὢν τυγχάνεις; Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ οὐ μὰ Δία μετʼ ἀθανάτοισι θεοῖσιν, ἀλλὰ τοῖς βελτίστοις νεκρῶν ἀνδρῶν συνὼν Ὁμήρου καὶ τῆς τοσαύτης ψυχρολογίας καταγελῶ.