Ancient Greek · ~3 min
Section 22
Lucian, Δραπέται 22
Not analysed yet
οἷα, ὦ θεοί, πέπονθεν ἡμῖν ἡ Φιλοσοφία πρὸς τῶν καταράτων ἐκείνων. ὥστε ὥρα σκοπεῖν ὅ τι καὶ πρακτέον ἢ ὅπως αὐτοὺς μετελευστέον. ὁ μὲν γὰρ κεραυνὸς ἀπάγει μιᾷ πληγῇ καὶ ὁ θάνατος ταχύς. ἐγώ σοι, ὦ πάτερ, ὑποθήσομαι· μισῶ γὰρ καὶ αὐτὸς ἤδη τοὺς ἀλαζόνας ἀμούσους ὄντας, ὑπὲρ τῶν Μουσῶν ἀγανακτῶν. κεραυνοῦ μὲν γὰρ ἢ τῆς σῆς δεξιᾶς οὐδαμῶς ἐκεῖνοι ἄξιοι, τὸν Ἑρμῆν δὲ αὐτοκράτορα, εἰ δοκεῖ, τῆς κολάσεως κατάπεμψον ἐπʼ αὐτούς, ὃς ἅτε δὴ περὶ λόγους ἔχων καὶ αὐτὸς τάχιστα εἴσεται τούς τε ὀρθῶς φιλοσοφοῦντας καὶ τοὺς μή. εἶτα τοὺς μὲν ἐπαινέσεται, ὡς τὸ εἰκός, οἱ δὲ κολασθήσονται ὅπως ἂν ἐκείνῳ παρὰ τὸν καιρὸν δοκῇ.