Ancient Greek · ~2 min
Section 23
Lucian, Δραπέται 23
Not analysed yet
εὖ λέγεις, ὦ Ἄπολλον. ἀλλὰ καὶ σύ, ὦ Ἡράκλεις, ἅμα καὶ τὴν Φιλοσοφίαν αὐτὴν ἔχοντες ἄπιτε ὡς τάχιστα εἰς τὸν βίον. τρισκαιδέκατον γοῦν ἆθλον οἴου τοῦτον οὐ σμικρὸν ἐκτελέσειν, ἢν ἐκκόψῃς μιαρὰ οὕτω καὶ ἀναίσχυντα θηρία. καὶ μὴν ἄμεινον ἦν, ὦ πάτερ, τὴν κόπρον ἐκκαθᾶραι αὖθις τὴν Αὐγέου ἢ τούτοις συμπλέκεσθαι. ἀπίωμεν δʼ ὅμως. ἄκουσα μέν, ἀκολουθητέον δὲ κατὰ τὰ δόξαντα τῷ πατρί.