Ancient Greek · ~3 min
Section 10
Lucian, Ζεὺς ἐλεγχόμενος 10
Not analysed yet
ἐγὼ δὲ —παρὰ τίνος γὰρ ἂν ἄλλου τἀληθὲς ἢ παρὰ σοῦ μάθοιμι; —ἡδέως δʼ ἂν καὶ τοῦτο ἐροίμην σε, τίς ἡ Πρόνοια ὑμῖν αὕτη ἐστί, Μοῖρά τις ἢ καὶ ὑπὲρ ταύτας θεὸς ὥσπερ, ἄρχουσα καὶ αὐτῶν ἐκείνων; ἤδη σοι καὶ πρότερον ἔφην οὐ θεμιτὸν εἶναι πάντα σε εἰδέναι. σὺ δʼ ἕν τι ἐν ἀρχῇ ἐρωτήσειν φήσας οὐ παύῃ τοσαῦτα πρός με λεπτολογούμενος· καὶ ὁρῶ ὅτι σοι τὸ κεφάλαιόν ἐστι τοῦ λόγου ἐπιδεῖξαι οὐδενὸς ἡμᾶς προνοοῦντας τῶν ἀνθρωπίνων. οὐκ ἐμὸν τοῦτο, ἀλλὰ σὺ μικρὸν ἔμπροσθεν ἔφησθα τὰς Μοίρας εἶναι τὰς ἅπαντα ἐπιτελούσας· εἰ μὴ μεταμέλει σοι ἐκείνων καὶ ἀνατίθεσαι αὖθις τὰ εἰρημένα καὶ ἀμφισβητεῖτε τῆς ἐπιμελείας παρωσάμενοι τὴν Εἱμαρμένην;