Ancient Greek · ~4 min
Section 11
Lucian, Ζεὺς ἐλεγχόμενος 11
Not analysed yet
οὐδαμῶς, ἀλλʼ ἡ Μοῖρα διʼ ἡμῶν ἕκαστα ἐπιτελεῖ. μανθάνω· ὑπηρέται καὶ διάκονοί τινες τῶν Μοιρῶν εἶναί φατε. πλὴν ἀλλὰ καὶ οὕτως ἐκεῖναι ἂν εἶεν αἱ προνοοῦσαι, ὑμεῖς δὲ ὥσπερ σκεύη τινὰ καὶ ἐργαλεῖά ἐστε αὐτῶν. πῶς λέγεις; ὥσπερ, οἶμαι, καὶ τὸ σκέπαρνον τῷ τέκτονι καὶ τὸ τρύπανον συνεργεῖ μέν τι πρὸς τὴν τέχνην, οὐδεὶς δʼ ἂν εἴποι ὡς ταῦτα ὁ τεχνίτης ἐστίν, οὐδʼ ἡ ναῦς ἔργον τοῦ σκεπάρνου ἢ τοῦ τρυπάνου, ἀλλὰ τοῦ ναυπηγοῦ· ἀνάλογον τοίνυν ἡ μὲν ναυπηγουμένη ἕκαστα ἡ Εἱμαρμένη ἐστίν, ὑμεῖς δέ, εἴπερ ἄρα, τρύπανα καὶ σκέπαρνά ἐστε τῶν Μοιρῶν· καί, ὡς ἔοικεν, οἱ ἄνθρωποι δέον τῇ Εἱμαρμένῃ θύειν καὶ παρʼ ἐκείνης αἰτεῖν τἀγαθά, οἱ δʼ ἐφʼ ὑμᾶς ἴασι προσόδοις καὶ θυσίαις γεραίροντες· ἢ οὐδὲ τὴν Εἱμαρμένην τιμῶντες εἰς δέον ἂν αὐτὸ ἔπραττον· οὐ γὰρ οἶμαι δυνατὸν εἶναι οὐδὲ αὐταῖς ἔτι ταῖς Μοίραις ἀλλάξαι τι καὶ μετατρέψαι τῶν ἐξ ἀρχῆς δοξάντων περὶ ἑκάστου· ἡ γοῦν Ἄτροπος οὐκ ἀνάσχοιτʼ ἄν, εἴ τις εἰς τὸ ἐναντίον στρέψειε τὸν ἄτρακτον ἀναλύων τῆς Κλωθοῦς τὸ ἔργον.