Ancient Greek
Section 36
Lucian, Ζεὺς Τραγῳδός 36
Not analysed yet
εὖ λέγεις· εἰπὲ οὖν μοι, οὐ δοκοῦσί σοι, ὦ κατάρατε, προνοεῖν οἱ θεοί; οὐδαμῶς. τί φής; ἀπρονόητα οὖν ταῦτα ἅπαντα; ναί. οὐδʼ ὑπό τινι οὖν θεῷ τάττεται ἡ τῶν ὅλων ἐπιμέλεια; οὔ. πάντα δὲ εἰκῆ φέρεται; ναί. εἶτʼ ἄνθρωποι ταῦτα ἀκούοντες ἀνέχεσθε καὶ οὐ καταλεύσετε τὸν ἀλιτήριον; τί τοὺς ἀνθρώπους ἐπʼ ἐμὲ παροξύνεις, ὦ Τιμόκλεις; ἢ τίς ὢν ἀγανακτεῖς ὑπὲρ τῶν θεῶν, καὶ ταῦτα ἐκείνων αὐτῶν οὐκ ἀγανακτούντων; οἵ γε οὐδὲν δεινὸν διατεθείκασί με πάλαι ἀκούοντες, εἴ γε ἀκούουσιν. ἀκούουσι γάρ, ὦ Δᾶμι, ἀκούουσι, καί σε μετίασί ποτε χρόνῳ.