Ancient Greek · ~2 min
Section 37
Lucian, Ζεὺς Τραγῳδός 37
Not analysed yet
καὶ πότε ἂν ἐκεῖνοι σχολὴν ἀγάγοιεν ἐπʼ ἐμέ, τοσαῦτα, ὡς φής, πράγματα ἔχοντες καὶ τὰ ἐν τῷ κόσμῳ ἄπειρα τὸ πλῆθος ὄντα οἰκονομούμενοι; ὥστε οὐδὲ σέ πω ἠμύναντο ὧν ἐπιορκεῖς ἀεὶ καὶ τῶν ἄλλων, ἵνα μὴ βλασφημεῖν καὶ αὐτὸς ἀναγκάζωμαι παρὰ τὰ συγκείμενα. καίτοι οὐχ ὁρῶ ἥντινα ἂν ἄλλην ἐπίδειξιν τῆς ἑαυτῶν προνοίας μείζω ἐξενεγκεῖν ἐδύναντο ἢ σὲ κακὸν κακῶς ἐπιτρίψαντες. ἀλλὰ δῆλοί εἰσιν ἀποδημοῦντες, ὑπὲρ τὸν Ὠκεανὸν ἴσως μετʼ ἀμύμονας Αἰθιοπῆας· ἔθος γοῦν αὐτοῖς συνεχῶς ἰέναι παρʼ αὐτοὺς μετὰ δαῖτα καὶ αὐτεπαγγέλτοις ἐνίοτε.