Ancient Greek · ~1 min
Section 7
Lucian, Λεξιφάνης 7
Not analysed yet
ποτήρια δὲ ἔκειτο παντοῖα ἐπὶ τῆς δελφίδος τραπέζης, ὁ κρυψιμέτωπος καὶ τρυήλης Μεντορουργὴς εὐλαβῆ ἔχων τὴν κέρκον καὶ βομβυλιὸς καὶ δειροκύπελλον καὶ γηγενῆ πολλὰ οἷα Θηρικλῆς ὤπτα, εὐρυχαδῆ τε καὶ ἄλλα εὔστομα, τὰ μὲν Φωκαῆθεν, τὰ δὲ Κνιδόθεν, πάντα μέντοι ἀνεμοφόρητα καὶ ὑμενόστρακα. κυμβία δὲ ἦν καὶ φιαλίδες καὶ ποτήρια γραμματικά, ὥστε μεστὸν ἦν τὸ κυλικεῖον.