Ancient Greek · ~1 min
Section 8
Lucian, Λεξιφάνης 8
Not analysed yet
ὁ μέντοι ἰπνολέβης ὑπερπαφλάζων ἐς κεφαλὴν ἡμῖν ἐπέτρεπε τοὺς ἄνθρακας. ἐπίνομεν δὲ ἀμυστὶ καὶ ἤδη ἀκροθώρακες ἦμεν· εἶτʼ ἐχριόμεθα βακχάριδι καὶ εἰσεκύκλησέ τις ἡμῖν τὴν ποδοκτύπην καὶ τριγωνίστριαν· μετὰ δὲ ὁ μέν τις ἐπὶ τὴν κατήλιφα ἀναρριχησάμενος ἐπιφόρημα ἐζήτει, ὁ δὲ ληκίνδα ἔπαιζεν, ἄλλος ἐρρικνοῦτο σὺν γέλωτι τὴν ὀσφῦν.