Ancient Greek · ~3 min
Section 9
Lucian, Λεξιφάνης 9
Not analysed yet
καὶ ἐν ταὐτῷ λελουμένοι εἰσεκώμασαν ἡμῖν αὐτεπάγγελτοι Μεγαλώνυμός τε ὁ δικοδίφης καὶ Χαιρέας ὁ χρυσοτέκτων ὁ κατὰ νώτου ποικίλος καὶ ὁ ὠτοκάταξις Εὔδημος. κἀγὼ ἠρόμην αὐτούς, τί παθόντες ὀψὲ ἥκοιεν. ὁ μὲν οὖν Χαιρέας, ἐγώ, ἦ δʼ ὅς, λῆρόν τινα ἐκρότουν καὶ ἐλλόβια καὶ πέδας τῇ θυγατρὶ τῇ ἐμῇ καὶ διὰ τοῦτο ὑμῖν ἐπιδείπνιος ἀφῖγμαι, ἐγὼ δέ, ἦ δʼ ὃς ὁ Μεγαλώνυμος, περὶ ἄλλα εἶχον· ἦν μὲν γὰρ ἄδικος ἡ ἡμέρα, ὡς ἴστε, καὶ ἄλογος· ὡς ἂν οὖν ἐχεγλωττίας οὔσης οὔτε ῥησιμετρεῖν εἶχον οὔτε ἡμερολεγδὸν προσυδρονομεῖσθαι· πυθόμενος δὲ ὅτι ὁ στρατηγὸς ὀπτός ἐστιν, λαβὼν ἄχρηστα ἱμάτια εὐήτρια καὶ ἀφόρητα ὑποδήματα ἐξέφρησα ἐμαυτόν.