Ancient Greek
Section 4
Lucian, Δίκη Συμφώνων 4
Not analysed yet
ὡς εἴθε καὶ τῶν ἄλλων ἀνεκόπησαν τότε αἱ τόλμαι εὐθὺς ἀρξαμένων παρανομεῖν, καὶ οὐκ ἂν ἐπολέμει μέχρι νῦν τὸ Λάμβδα τῷ Ῥῶ διαμφισβητοῦν περὶ τῆς κισήρεως καὶ κεφαλαργίας, οὔτε τὸ Γάμμα τῷ Κάππα διηγωνίζετο καὶ ἐς χεῖρας μικροῦ δεῖν ἤρχετο πολλάκις ἐν τῷ γναφείῳ ὑπὲρ γναφάλλων, ἐπέπαυτο δʼ ἂν καὶ πρὸς τὸ Λάμβδα μαχόμενον, τὸ μόγις ἀφαιρούμενον αὐτοῦ καὶ μάλιστα παρακλέπτον, καὶ τὰ λοιπὰ δʼ ἂν ἠρέμει συγχύσεως ἄρχεσθαι παρανόμου· καλὸν γὰρ ἕκαστον μένειν ἐφʼ ἧς τετύχηκε τάξεως· τὸ δὲ ὑπερβαίνειν ἐς ἃ μὴ χρὴ λύοντός ἐστι τὸ δίκαιον.