Ancient Greek
Section 5
Lucian, Δίκη Συμφώνων 5
Not analysed yet
καὶ ὅ γε πρῶτος ἡμῖν τοὺς νόμους τούτους διατυπώσας, εἴτε Κάδμος ὁ νησιώτης εἴτε Παλαμήδης ὁ Ναυπλίου, —καὶ Σιμωνίδῃ δὲ ἔνιοι προσάπτουσι τὴν προμήθειαν ταύτην —οὐ τῇ τάξει μόνον, καθʼ ἣν αἱ προεδρίαι βεβαιοῦνται, διώρισαν, τί πρῶτον ἔσται ἢ δεύτερον, ἀλλὰ καὶ ποιότητας, ἃς ἕκαστον ἡμῶν ἔχει, καὶ δυνάμεις συνεῖδον. καὶ ὑμῖν μέν, ὦ δικασταί, τὴν μείζω δεδώκασι τιμήν, ὅτι καθʼ αὑτὰ δύνασθε φθέγγεσθαι, ἡμιφώνοις δὲ τὴν ἐφεξῆς, ὅτι προσθήκης εἰς τὸ ἀκουσθῆναι δεῖται· πασῶν δὲ ἐσχάτην ἐνόμισαν ἔχειν μοῖραν ἐννέα τῶν πάντων, οἷς οὐδὲ φωνὴ πρόσεστι καθʼ αὑτά. τὰ μὲν οὖν φωνήεντα φυλάσσειν ἔοικε τοὺς νόμους τούτους.