Ancient Greek
Section 24
Lucian, Πλοῖον ἢ Εὐχαί 24
Not analysed yet
οἱ δὲ νῦν πλούσιοι πρὸς ἐμὲ Ἶροι δηλαδὴ ἅπαντες, καὶ οὐκέτι το ἀργυροῦν πινάκιον ἢ τὸν σκύφον ἐπιδείξεται Διόνικος ἐν τῇ πομπῇ, καὶ μάλιστα ἐπειδὰν ὁρᾷ τοὺς οἰκέτας τοὺς ἐμοὺς ἀργύρῳ τοσούτῳ χρωμένους· τῇ πόλει δὲ ταῦτα ἐξαίρετα παρʼ ἐμοῦ ὑπῆρξεν ἄν, αἱ μὲν διανομαὶ κατὰ μῆνα ἕκαστον δραχμαὶ τῷ μὲν ἀστῷ ἑκατόν, τῷ δὲ μετοίκῳ ἥμισυ τούτων, θαυμάσια δὲ ἐς κάλλος θέατρα καὶ βαλανεῖα, καὶ τὴν θάλατταν ἄχρι πρὸς τὸ Δίπυλον ἥκειν κἀνταῦθά που λιμένα εἶναι ἐπαχθέντος ὀρύγματι μεγάλῳ τοῦ ὕδατος, ὡς τὸ πλοῖόν μου πλησίον ὁρμεῖν καταφανὲς ὂν ἐκ τοῦ Κεραμεικοῦ.