Ancient Greek
Section 25
Lucian, Πλοῖον ἢ Εὐχαί 25
Not analysed yet
τοῖς φίλοις δὲ ὑμῖν, Σαμίππῳ μὲν εἴκοσι μεδίμνους ἐπισήμου χρυσίου παραμετρῆσαι τὸν οἰκονόμον ἐκέλευσα ἄν, Τιμολάῳ δὲ πέντε χοίνικας, Λυκίνῳ δὲ χοίνικα, ἀπομεμαγμένην καὶ ταύτην, ὅτι λάλος ἐστὶ καὶ ἐπισκώπτει μου τὴν εὐχήν. τοῦτον ἐβουλόμην βιῶναι τὸν βίον πλουτῶν ἐς ὑπερβολὴν καὶ τρυφῶν καὶ πάσαις ἡδοναῖς ἀφθόνως χρώμενος. εἴρηκα, καί μοι ὁ Ἑρμῆς τελεσιουργήσειεν αὐτά.