Ancient Greek · ~7 min
Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι, lines Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.125-Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.177
Lucian, Ποδάγρα Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.125-177
Not analysed yet
Εἷς ἆρα κἀγὼ τῶν κατωργιασμένων
ἔλαθον ὑπάρχων; τοιγὰρ ἧκε πρευμενὴς
δαίμων φανεῖσα. σὺν δ’ ἐγὼ μύσταις ὁμοῦ
ὕμνων κατάρξω τὸ ποδαγρῶν ᾄδων μέλος.
Σῖγα μὲν αἰθὴρ νήνεμος ἔστω,
καὶ πᾶς ποδαγρῶν εὐφημείτω.
ἴδε, πρὸς θυμέλας ἡ κλινοχαρὴς
βαίνει δαίμων σκίπωνι βάσιν
στηριξομένη. χαίροις μακάρων
πολὺ πραοτάτη καὶ σοῖς προπόλοις
ἵλαος ἔλθοις ὄμματι φαιδρῷ.
δοίης δὲ πόνοις λύσιν ὠκεῖαν
ταῖσδ’ εἰαριναῖσιν ἐν ὥραις.
Τίς τὴν ἀνίκητόν με δεσπότιν πόνων
οὐκ οἶδε Ποδάγραν τῶν ἐπὶ χθονὸς βροτῶν;
ἣν οὔτε λιβάνων ἀτμὸς ἐξιλάσκεται
οὔτε χυθὲν αἷμα βωμίοις παρ’ ἐμπύροις,
οὐ ναὸς ὄλβου περικρεμὴς ἀγάλμασιν,
ἣν οὔτε Παιὰν φαρμάκοις νικᾶν σθένει,
πάντων ἰατρὸς τῶν ἐν οὐρανῷ θεῶν.
οὐ παῖς ὁ Φοίβου πολυμαθὴς Ἀσκληπιός.
ἐξ οὗ γὰρ ἐφύη πρῶτον ἀνθρώποις γένος,
τολμῶσι πάντες τοὐμὸν ἐκβαλεῖν σθένος,
κυκῶντες αἰεὶ φαρμάκων τεχνήματα.
ἄλλος γὰρ ἄλλην ἐπ’ ἐμὲ πειράξει τέχνην·
τρίβουσιν ἀρνόγλωσσα καὶ σέλινά μοι
καὶ φύλλα θριδάκων καὶ νομαίαν ἀνδράχνην.
ἄλλοι πράσιον, οἱ δὲ ποταμογείτονα,
ἄλλοι κνίδας τρίβουσιν, ἄλλοι σύμφυτον,
ἄλλοι φακοὺς φέρουσι τοὺς ἐκ τελμάτων.
σταφυλῖνον ἑφθόν, οἱ δὲ φύλλα Περσικῶν,
ὑοσκύαμον, μήκωνα, βολβούς, σίδια,
ψύλλιον, λίβανον. ῥίζαν ἑλλεβόρου, νίτρον,
τῆλιν μετ’ οἴνου, γυρίνην, κολλάμφακον,
κυπαρισσίνην κηκῖδα, γῦριν κριθίνην,
χράμβης ἀπέφθου φύλλα, γύψον ἔκ Πάρου,
σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,
ἄλευρα κυάμων, ἄνθος ᾿Ασσίου λίθου·
ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς,
βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.
ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς;
τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάχρυ;
ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα,
στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα.
πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,
οἱ δὲ τὸ δι᾿ ὀχτώ, τὸ δὲ δι᾿ ἑπτὰ πλείονες.
ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται,
ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται,
Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.
ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.
ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγω
καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσί με
εἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα·