Ancient Greek · ~7 min
Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι, lines Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.178-Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.232
Lucian, Ποδάγρα Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι.178-232
Not analysed yet
τοῖσι δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ
ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.
ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων
πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται
τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους·
πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου.
ὅτ’ ἐπὶ τὰ λουτρὰ φερόμενος βαστάζεται.
Ἄτη γάρ, ἣν Ὅμηρος εἶπεν, εἰμ’ ἐγώ,
βαίνουσ’ ἐπ᾿ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν
ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν
Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα.
ἀλλ’ εἶα μύσται πάντες ὀργίων ἐμῶν,
γεραίρεθ’ ὕμνοις τὴν ἀνίκητον θεάν.
Ἀδαμάντινον ἦθος ἔχουσα κόρα,
πουλυσθενές, ὀβριμόθυμε θεά,
κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς.
μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,
τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος,
τρομέει δέ σε κύμαθ’ ἁλὸς βυθίας,
τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας,
ἐπιδεσμοχαρές, κατακλινοβατές,
κολυσιδρόμα, βασαναστραγάλα,
σφυροπρησιπύρα, μογισαψεδάφα,
δοιδυκοφόβα, γονυκαυσαγρύπνα,
περικονδυλοπωρυφίλα,
γονυκαμψεπίκυρτε Ποδάγρα.
Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,
ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω,
ἀλλ’ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος·
ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ
πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους
μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.
καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα
νικωμένων, ἄνασσα, σαῖν βίᾳ χεροῖν,
δύω δὲ τώδε φῶτε τολμηρὼ θράσει
ἐφραξέτην λαοῖσι καὶ κατωμνύτην.
ὡς οὐκέτ’ ἔστι σὸν κράτος σεβάσμιον,
ἀλλ’ ἔκβολον βροτῶν σε θήσουσιν βίου.
διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα
πεμπταῖος ἥκω στάδια διανύσας δύο.
Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι.
τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν
ἥκεις; σαφῶς μήνυσον, ὡς εἰδῶ τάχος.
Πρῶτον μὲν ἔλιπον πέντε βαθμῶν κλίμακα,
ξύλων τρέμουσαν διαλύτοισιν ἁρμογαῖς,
ὅθεν μὲ δέχεται κορδυβαλλῶδες πέδον
σχληροῖσι ταρσοῖς ἀντερεῖδον κρούμασιν.
ὅπερ διανύσας ἴχνεσιν ἀλγεινοῖς ἐγὼ
ἐστρωμένην χάλιξιν εἰσέβην ὁδὸν
καὶ δυσπάτητον ὀξέσιν κέντροις λίθων.
μεθ’ ἣν ὀλίσθῳ περιπεσὼν λείας ὁδοῦ
ἔσπευδον εἰς τὸ πρόσθε, διάλυτος δέ μου
ἔσυρεν ὀπίσω πηλὸς ἀσθενῆ σφυρά,
δι᾿ ἧς περῶντι νότιος ἐκ μελῶν ἱδρὼς
ἔρρει βάσιν μου σαθρὰν ἐκλελυμένῳ.