Ancient Greek
Section 11
Lucian, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος 11
Not analysed yet
Ἄξιον δὲ καὶ Πύρρου τοῦ Ἠπειρώτου μνησθῆναι, ἀνδρὸς μετὰ Ἀλέξανδρον τὰ δεύτερα ἐν στρατηγίαις ἐνεγκαμένου καὶ μυρίας τροπὰς τῆς τύχης ἐνεγκόντος. οὗτος τοίνυν ἀεὶ θεοῖς εὐχόμενος καὶ θύων καὶ ἀνατιθεὶς οὐδεπώποτε ἢ νίκην ἢ βασιλείας ἀξίωμα μεῖζον ἢ εὔκλειαν ἢ πλούτου ὑπερβολὴν ᾔτησε παρ' αὐτῶν, ἀλλ’ ἓν τοῦτο ηὔχετο, ὑγιαίνειν, ὡς ἔστ' ἂν τοῦτ' ἔχῃ, ῥᾳδίως αὐτῷ τῶν ἄλλων προσγενησομένων. καὶ ἄριστα οἶμαι ἐφρόνει, λογιζόμενος ὅτι οὐδὲν ὄφελος τῶν ἁπάντων ἀγαθῶν, ἔστ' ἂν τοῦ ὑγιαίνειν μόνον ἀπῇ.