Ancient Greek
Section 12
Lucian, Ὑπὲρ τοῦ ἐν τῇ Προσαγορεύσει Πταίσματος 12
Not analysed yet
Ναί, φησίν τις, ἀλλὰ νῦν ἑκάστου καιρὸς ἴδιος ὑφ' ἡμῶν ἀποδέδεικται, σὺ δὲ τοῦτον ἐναλλάξας, εἰ καὶ μηδὲν ἄλλο ἐσφάλης, ὅμως τῷ δικαίῳ λόγῳ οὐκ ἂν ἔξω εἴης τοῦ ἡμαρτηκέναι, ὥσπερ ἂν εἴ τις περὶ τῇ κνήμῃ τὸ κράνος ἢ περὶ τῇ κεφαλῇ τὰς κνημῖδας ἐπιδήσαιτο. Ἀλλ', ὦ βέλτιστε, φαίην ἂν κἀγὼ πρὸς αὐτόν, εἰκότως ἂν ταῦτα ἔλεγες, εἴ τις ὅλως καιρὸς ἦν ὑγιείας μὴ δεόμενος, νῦν δὲ καὶ ἕωθεν καὶ μεσούσης ἡμέρας καὶ νύκτωρ ἀεὶ τὸ ὑγιαῖνον ἀναγκαῖον, καὶ μάλιστα τοῖς ἄρχουσι καὶ πολλὰ πράττουσιν ὑμῖν, ὅσῳ καὶ πρὸς τὰ πολλὰ δεῖσθε τοῦ σώματος. ἔτι δὲ ὁ μὲν χαῖρε εἰπὼν μόνον εὐφήμῳ τῇ ἀρχῇ ἐχρήσατο, καὶ ἔστιν εὐχὴ το πρᾶγμα, ὁ δὲ ὑγιαίνειν παρακελευόμενος καὶ χρήσιμόν τι δρᾷ καὶ ὑπομιμνήσκει τῶν πρὸς τὸ ὑγιαίνειν συντελούντων, καὶ οὐ συνεύχεται μόνον ἀλλὰ καὶ παραγγέλλει. τί δ’;